Ὁ ΑΠΟΣΤΟΛΟΣ καὶ τὸ ΕΥΑΓΓΕΛΙΟΝ τῆς Κυριακῆς 9 Ὀκτωβρίου 2016 (Κυριακὴ Γ´Λουκᾶ – Ἡ ἀνάσταση τοῦ υἱοῦ τῆς χήρας στὴ Ναΐν)

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς κη´).
Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.
Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοῦς κριῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν.
Πρὸς Κορινθίους Β´Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (Β´ Κορ. Ϛ´ 1-10)
imageἈδελφοί, συνεργοῦντες παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς —λέγει γάρ· «Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι»· ἰδοὺ νῦν «καιρὸς εὐπρόσδεκτος», ἰδοὺ νῦν «ἡμέρα σωτηρίας»— μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.
Ἀπόδοσις εἰς τὴν νεοελληνικήν:
Ἀδελφοί, σᾶς παρακαλοῦμεν νὰ μὴ δεχθῆτε μάταια τὴν χάριν τοῦ Θεοῦ, διότι λέγει, «Εἰς καιρὸν εὐνοίας σὲ ἄκουσα καὶ εἰς ἡμέραν σωτηρίας σὲ ἐβοήθησα. Ὁ καιρὸς εὐνοίας εἶναι τώρα, ἡ ἡμέρα σωτηρίας εἶναι τώρα.» Δὲν δίνομεν σὲ κανένα καμμίαν ἀφορμὴν προσκόμματος διὰ νὰ μὴ δυσφημισθῇ ἡ ὑπηρεσία μας, ἀλλὰ σὰν ὑπηρέται τοῦ Θεοῦ συσταίνομε τοὺς ἑαυτούς μας σὲ ὅλα διὰ τῆς μεγάλης ὑπομονῆς μας σὲ θλίψεις, σὲ ταλαιπωρίες, σὲ στερήσεις, σὲ μαστιγώσεις, σὲ φυλακίσεις, σὲ ταραχές, σὲ κόπους, σὲ ἀγρυπνίες καὶ πεῖναν· μὲ ἁγνότητα, σύνεσιν, μακροθυμίαν καὶ καλωσύνην, μὲ Πνεῦμα Ἅγιον, μὲ ἀγάπη χωρὶς ὑπόκρισιν, μὲ τὸ κήρυγμα τῆς ἀληθείας καὶ μὲ δύναμιν Θεοῦ, μὲ τὰ ὅπλα τῆς δικαιοσύνης, τὰ ἐπιθετικὰ καὶ ἀμυντικά, σὲ τιμὴν καὶ ἀτίμωσιν, σὲ δυσφημήσεις καὶ ἐπαίνους, σὰν λαοπλάνοι καὶ ὅμως ἀληθινοί, σὰν ἄγνωστοι καὶ ὅμως πολὺ γνωστοί, σὰν νὰ πεθαίναμε καὶ ὅμως ζοῦμε, σὰν τιμωρούμενοι καὶ ὅμως μὴ θανατούμενοι, σὰν λυπημένοι καὶ ὅμως πάντοτε χαρούμενοι, σὰν πτωχοὶ καὶ ὅμως κάνοντες πολλούς πλουσίους, σὰν νὰ μὴ ἔχωμεν τίποτε καὶ ὅμως κατέχομεν τὰ πάντα.
ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατὰ Λουκᾶν (ζ´ 11-16)
img_6990Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε· καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. Ἔλαβε δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες ὅτι Προφήτης μέγας ἠγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
Ἀπόδοσις εἰς τὴν νεοελληνικήν:
Τὸν καιρὸ ἐκείνο, ἐπῆγε ὁ Ἰησοῦς εἰς μίαν πόλιν ποὺ ὠνομάζετο Ναΐν καὶ μαζί του ἐπήγαιναν καὶ οἱ μαθηταί του καὶ πολὺς κόσμος. Μόλις ἐπλησίασε εἰς τὴν πύλην τῆς πόλεως, μετεφέρετο ἔξω ἕνας νεκρὸς ποὺ ἦτο τὸ μόνο παιδὶ τῆς μητέρας του ἡ ὁποία ἦτο χήρα. Καὶ πολλοὶ ἀπὸ τὴν πόλιν ἦσαν μαζί της. Μόλις ὁ Κύριος τὴν εἶδε, τὴν σπλαγχνίσθηκε καὶ τῆς εἶπε, «Μὴν κλαῖς». Ἐπροχώρησε καὶ ἔπιασε τὸ φέρετρον, ἐκεῖνοι δὲ ποὺ τὸ ἐβάσταζαν ἐστάθηκαν. Αὐτὸς εἶπε, «Νεανίσκε, σοῦ λέγω, σήκω». Καὶ ἀνεκάθησε ὁ νεκρὸς καὶ ἄρχισε νὰ μιλῇ καὶ ὁ Ἰησοῦς τὸν παρέδωκε εἰς τὴν μητέρα του. Ὅλους δε τοὺς κατέλαβε φόβος καὶ ἐδόξαζαν τὸν Θεὸν καὶ ἔλεγαν, «Προφήτης μεγάλος ἐμφανίσθηκε μεταξύ μας» καὶ «Ὁ Θεὸς ἐπισκέφθηκε τὸν λαόν του».

Σχόλια